spiroslyra Creative Commons License 2008.09.18 0 0 74

Theophanes Confessor Chronogr. : Chronographia : Page 405, line 21

ἄμφω γὰρ ἀπαιδευσίας ἦσαν ἔμπλεοι καὶ πάσης ἀμαθίας, ἐξ
ἧς τὰ πολλὰ τῶν κακῶν ἔρχεται. οἱ δὲ κατὰ τὴν βασιλίδα πόλιν
ὄχλοι σφόδρα λυπούμενοι ἐπὶ ταῖς καιναῖς διδασκαλίαις αὐτῷ τε
ἐμελέτων ἐπελθεῖν καί τινας βασιλικοὺς ἀνθρώπους ἀνεῖλον καθελόν-
τας τὴν τοῦ κυρίου εἰκόνα τὴν ἐπὶ τῆς μεγάλης Χαλκῆς πύλης, ὡς
πολλοὺς αὐτῶν ὑπὲρ τῆς εὐσεβείας τιμωρηθῆναι μελῶν ἐκκοπαῖς καὶ
μάστιξι καὶ ἐξορίαις καὶ ζημίαις, μάλιστα δὲ τοὺς εὐγενείᾳ καὶ λόγῳ
διαφανεῖς· ὥστε καὶ τὰ παιδευτήρια σβεσθῆναι καὶ τὴν εὐσεβῆ παί-
δευσιν τὴν ἀπὸ τοῦ ἐν ἁγίοις Κωνσταντίνου τοῦ μεγάλου καὶ μέχρι
νῦν κρατήσασαν, ἧς καὶ μετὰ ἄλλων πολλῶν καλῶν καθαιρέτης ὁ
σαρακηνόφρων οὗτος Λέων γέγονεν. ἐν τούτοις οὖν θείῳ κινού-
μενοι ζήλῳ στασιάζουσι κατ' αὐτοῦ μεγάλῃ ναυμαχίᾳ συμφωνήσαντες
Ἑλλαδικοί τε καὶ οἱ τῶν Κυκλάδων νήσων Κοσμᾶν τινα συνεπόμε-
νον ἔχοντες εἰς τὸ στεφθῆναι, Ἀγαλλιανὸς δέ, τουρμάρχης τῶν
Ἑλλαδικῶν, ἡγεῖτο τῆς στρατιᾶς, καὶ Στέφανος· οἳ καὶ προσπελά-
σαντες τῇ βασιλίδι πόλει ιηʹ τοῦ Ἀπριλλίου μηνὸς τῆς ιʹ ἰνδικτιῶνος
ἡττῶνται συμβαλόντες τοῖς Βυζαντίοις, ἐμπρησθέντων αὐτῶν τῶν
νηῶν τῷ σκευαστῷ πυρί.

[4046]
THEOPHANES CONFESSOR Chronogr.
vel Theophanes Homologetes, vel Theophanes Megaloagrius, vel Theophanes
Isaacius
(A.D. 8­9: Constantinopolitanus, Samothracenus)


Chronographia, ed. C. de Boor, Theophanis chronographia, vol. 1.
Leipzig: Teubner, 1883