spiroslyra Creative Commons License 2008.09.15 0 0 67

Theophanes Confessor Chronogr. : Chronographia : Page 3, line 1t

ΘΕΟΦΑΝΟΥΣ
ΑΜΑΡΤΩΛΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΗΓΟΥΜΕΝΟΥ
ΤΟΥ ΑΓΡΟΥ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ
ΧΡΟΝΟΓΡΑΦΙΑ ΕΤΩΝ ΦΚΗʹ
ΑΡΧΟΜΕΝΗ ΑΠΟ ΠΡΩΤΟΥ ΕΤΟΥΣ ΔΙΟΚΛΗΤΙΑΝΟΥ ΕΩΣ ΔΕΥΤΕΡΟΥ
ΕΤΟΥΣ ΜΙΧΑΗΛ ΚΑΙ ΘΕΟΦΥΛΑΚΤΟΥ ΥΙΟΥ ΑΥΤΟΥ· ΤΟΥΤ' ΕΣΤΙΝ
ΑΠΟ ΤΟΥ ΕΨΟΖʹ ΕΤΟΥΣ ΤΟΥ ΚΟΣΜΟΥ ΕΩΣ ΕΤΟΥΣ ΣΤΕʹ ΚΑΤΑ
ΤΟΥΣ ΑΛΕΞΑΝΔΡΕΙΣ, ΚΑΤΑ ΔΕ ΡΩΜΑΙΟΥΣ ΣΤΚΑʹ.
Ὁ μὲν μακαριώτατος ἀββᾶς Γεώργιος, ὁ καὶ σύγκελλος γεγονὼς
Ταρασίου, τοῦ ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως, ἐλλόγι-
μος ἀνὴρ καὶ πολυμαθέστατος ὑπάρχων πολλούς τε χρονογράφους
καὶ ἱστοριογράφους ἀναγνοὺς καὶ ἀκριβῶς τούτους διερευνησάμενος,
σύντομον χρονογραφίαν ἀπὸ Ἀδὰμ μέχρι Διοκλητιανοῦ, τοῦ βασι-
λέως Ῥωμαίων καὶ διώκτου τῶν Χριστιανῶν, ἀκριβῶς συνεγράψατο,
τούς τε χρόνους ἐν πολλῇ ἐξετάσει ἀκριβολογησάμενος καὶ τὰς τού-
των διαφωνίας συμβιβάσας καὶ ἐπιδιορθωσάμενος καὶ συστήσας ὡς
οὐδεὶς ἄλλος τῶν πρὸ αὐτοῦ, τάς τε τῶν ἀρχαίων βασιλέων παντὸς
ἔθνους πολιτείας τε καὶ τοὺς χρόνους ἀναγραψάμενος καὶ κατὰ τὸ
ἐφικτὸν αὐτῷ τοὺς ἀρχιερεῖς τῶν μεγάλων καὶ οἰκουμενικῶν θρόνων,
Ῥώμης τε, φημί, καὶ Κωνσταντινουπόλεως, Ἀλεξανδρείας τε καὶ
Ἀντιοχείας καὶ Ἱεροσολύμων, τούς τε ὀρθοδόξως τὴν ἐκκλησίαν
ποιμάναντας καὶ τοὺς ἐν αἱρέσει λῃστρικῶς ἄρξαντας καὶ τοὺς τού-
των χρόνους ἀκριβῶς ἐνέταξεν. ἐπεὶ δὲ τὸ τέλος τοῦ βίου τοῦτον
κατέλαβε καὶ εἰς πέρας ἀγαγεῖν τὸν ἑαυτοῦ σκοπὸν οὐκ ἴσχυσεν,
ἀλλά, καθὼς προέφημεν, μέχρι Διοκλητιανοῦ συγγραψάμενος τὸν
τῇδε βίον κατέλιπε καὶ πρὸς κύριον ἐξεδήμησεν ἐν ὀρθοδόξῳ πίστει,
ἡμῖν, ὡς γνησίοις φίλοις, τήν τε βίβλον ἣν συνέταξε καταλέλοιπε
καὶ ἀφορμὰς παρέσχε τὰ ἐλλείποντα ἀναπληρῶσαι. ἡμεῖς δὲ τὴν
ἑαυτῶν ἀμαθίαν οὐκ ἀγνοοῦντες καὶ τὸ στενὸν τοῦ λόγου παρῃτού-
μεθα τοῦτο ποιῆσαι, ὡς ὑπὲρ ἡμᾶς τὴν ἐγχείρησιν οὖσαν. αὐτὸς
δὲ πολλὰ παρακαλέσας ἡμᾶς μὴ ὀκνῆσαι καὶ ἀτέλεστον καταλιπεῖν
τὸ ἔργον ἐβιάσατο ἐπὶ τοῦτο ἐλθεῖν. διὸ καὶ ἀναγκασθέντες διὰ
τὴν τούτου ὑπακοήν, εἰς τὰ ὑπὲρ ἡμᾶς ἐγχειρήσαντες κόπον οὐ τὸν
τυχόντα κατεβαλόμεθα. πολλὰς γὰρ βίβλους καὶ ἡμεῖς ἐκζητήσαντες
κατὰ τὸ δυνατὸν ἡμῖν καὶ ἐρευνήσαντες τόδε τὸ χρονογραφεῖον ἀπὸ
Διοκλητιανοῦ μέχρι τῆς βασιλείας Μιχαὴλ καὶ Θεοφυλάκτου, τοῦ
υἱοῦ αὐτοῦ, τάς τε βασιλείας καὶ τοὺς πατριάρχας καὶ τὰς τούτων
πράξεις σὺν τοῖς χρόνοις κατὰ τὸ δυνατὸν ἡμῖν ἀκριβῶς συνεγραψά-
μεθα, οὐδὲν ἀφ' ἑαυτῶν συντάξαντες, ἀλλ' ἐκ τῶν ἀρχαίων ἱστοριο-
γράφων τε καὶ λογογράφων ἀναλεξάμενοι ἐν τοῖς ἰδίοις τόποις τε-
τάχαμεν ἑκάστου χρόνου τὰς πράξεις, ἀσυγχύτως κατατάττοντες· ἵνα
εἰδέναι ἔχωσιν οἱ ἀναγινώσκοντες ἐν ποίῳ χρόνῳ ἑκάστου βασιλέως ποία
πρᾶξις γέγονεν, εἴτε πολεμική, εἴτε ἐκκλησιαστική, εἴτε πολιτική, εἴτε
δημώδης, εἴτε τις ἑτέρα. οὐ γὰρ μικρὰν ὠφέλειαν, ὡς οἶμαι, καρποῦται
τῶν ἀρχαίων τὰς πράξεις ἀναγινώσκων. εἴ τις δέ τι ἐν τούτῳ τῷ ὁ
πονήματι ἡμῶν ὀνησιφόρον εὕροι, τὴν πρέπουσαν τῷ θεῷ εὐχαριστίαν
ἀποδώσῃ καὶ ἡμῖν τοῖς ἀμαθέσι καὶ ἁμαρτωλοῖς διὰ τὸν κύριον
ὑπερεύξηται· καὶ εἴ τι ἐλλεῖπον εὕροι, τῇ ἀμαθίᾳ ἡμῶν τοῦτο λο-
γίσηται καὶ τῇ ἀργίᾳ τοῦ χαμερποῦς νοὸς ἡμῶν· καὶ συγγνώσεται
ἡμῖν διὰ τὸν κύριον. φίλον γὰρ θεῷ τὸ κατὰ δύναμιν.


THEOPHANES CONFESSOR Chronogr.
vel Theophanes Homologetes, vel Theophanes Megaloagrius, vel Theophanes
Isaacius
(A.D. 8­9: Constantinopolitanus, Samothracenus)


Chronographia, ed. C. de Boor, Theophanis chronographia, vol. 1.
Leipzig: Teubner, 1883