spiroslyra Creative Commons License 2008.09.12 0 0 7

Theophylactus Simocatta Epist. et Hist. : Historiae : Book-dialogue-index 7, chapter 16, section 1, line 1

Κατὰ τοῦτον δὴ τὸν ἐνιαυτὸν τὴν Αἰγυπτιακὴν
ἐπαρχότητα Μηνᾶ διανύοντος, πρὸς τοῖς ῥείθροις τοῦ Νείλου
παραδόξων τινῶν ἐπιφάνεια γίνεται. ἐδέησε γὰρ τὸν ἐπιβεβη-
κότα τῆς τῶν Αἰγυπτίων ἀρχῆς ἀφικέσθαι ἐπὶ τὸ λεγόμενον
Δέλτα· τόπος δὲ οὗτος ἐκ τοῦ σχήματος τοῦ χώρου τὴν
ὀνομασίαν ἀπολαβών. τοίνυν περὶ πρώτην ἕω ἐπὶ τὰς ὄχθας
τοῦ ποταμοῦ ποιουμένου τοῦ ἡγεμόνος τὴν πάροδον, ἄνεισιν
ἐκ τῶν λαγόνων τοῦ ποταμοῦ ἀνὴρ κατάπληκτος τῷ μεγέθει,
τὸ πρόσωπον γίγασιν ἐμφερής, τὸ βλέμμα δριμύς, τὴν κόμην
ἐπίξανθος μεμιγμένῃ τινὶ πολιᾷ, τὴν παρειὰν τοῖς εὐσωμα-
τοῦσι καὶ πρὸς τὰς παλαίστρας γινομένοις παρεοικώς, τὴν
ψύαν τοῖς ναυτικοῖς ἐμφερής, εὔστερνος, τὰ νῶτα ἡρωϊκός,
τοὺς βραχίονας ἰσχυρός. ἀλλὰ μέχρι τῆς κύστεως τὴν ἱστορίαν
παρείχετο, τὰ δὲ λοιπὰ μέλη τοῦ σώματος ἡ τῶν ὑδάτων
φύσις ἀπέκρυπτεν· ἐῴκει γὰρ αἰσχυνομένῳ ἀνδρὶ τὰ παιδουργὰ
τοῖς τοῦ θεάτρου ἐπιδείξασθαι μόρια. τοῦτον ὁ τῆς Ἀλε-
ξανδρείας ἡγεμὼν θεασάμενος ἔβαλλε τοῖς ὅρκοις πυκνῶς.
ἃ δὲ ἔλεγεν ἐκεῖνος, ταῦτά ἐστιν, εἰ μὲν δαιμονίων τινῶν
καθέστηκεν ἐπιφοίτησις, ἀβλαβῶς καταλῦσαι τὸ θέατρον καὶ
τὴν ἠρεμίαν ἀσπάσασθαι τὸ φαινόμενον· εἰ δὲ δημιουργικαὶ
φροντίδες τινὲς τοῦτον δὴ τὸν ὁρώμενον προηνέγκαντο, τὰ
τῆς θεωρίας μὴ λῦσαι πρὶν πάντας ἐμφορηθῆναι τῆς παρα-
δόξου ταύτης ὁράσεως. λόγος δὲ ἐκεῖνον αὐτὸν πεφυκέναι
τὸν Νεῖλον, ὃν εἰώθασι ποιητῶν ἀναπλάττεσθαι ῥήματα. τὸ
μὲν οὖν Νειλῷον ζῶον ἐκεῖνο (εἰπεῖν γὰρ ἄνθρωπον οὔπω
τεθάρρηκα) τοῖς ὅρκοις κατεπᾳδόμενον ἐς τὸ φανερὸν διήρκει
καὶ τὴν τοῦ σώματος ἐμφάνειαν τοῖς πᾶσι παρείχετο. τρίτῃ
δὲ ἕῳ καὶ ἄνεισιν εὐθὺς ἐκ τῆς τῶν ὑδάτων κοιλίας καὶ
θηλύμορφον ζῶον· τὴν γὰρ φύσιν ἐδήλου ἡ πρόσοψις οἵ
τε μαζοὶ καὶ αἱ τοῦ προσώπου λειότητες ἥ τε κόμη καὶ
ἅπασα ἡ τοῦ φαινομένου σώματος σύνταξις, αἵ τε περιπλοκαὶ
καὶ τὰ ἔκλυτα. ἔλαμπε δὲ τῇ ὥρᾳ τὸ γύναιον. ἡ δὲ κόμη
τῷ θήλει λίαν μελάντερος. ἦν δὲ τὸ ζῶον τὸ πρόσωπον
ἔκλευκον, εὔριν, τὴν χεῖρα εὐδάκτυλον, τοῖς χείλεσιν εὔκοσμον.
ἐσφρίγα δὲ τῷ μαζῷ, καὶ τῇ φαντασίᾳ τὸ τιτθίον ἐδόκει
ἄρτι ὑπὸ τῆς ἥβης προκύψαι μικρόν. τὰ δὲ ἐγκόλπια τοῦ
γυναίου ἀνιστόρητα ἡ τῶν ὑδάτων φύσις ἐφύλαττεν, τῆς
εὐνῆς τὰ μυστήρια ὥσπερ ἀμυήτους τινὰς τῶν ἀπορρήτων
τοὺς θεατὰς ἀποκρύπτουσα. ἡ μὲν οὖν περίπολος τάξις ὅ
τε ἡγεμὼν μέχρι τοῦ κλῖναι τὸν ἥλιον ἐψυχαγώγει τὰ ὄμματα.
ἡλίου δὲ κλίναντος κατέδυσαν τὰ ὁρώμενα εἰς τοὺς ἀπ'
ἀρχῆς τῶν ὑδάτων πυθμένας, ἀφωνίᾳ τὴν ἐπίδειξιν συστη-
σάμενα· ἀφθόγγῳ γὰρ σιωπῇ τὴν ἱστορίαν τοῖς ἐρασταῖς
ἐπεδείξαντο.
Οὐκ ἂν δὲ περιοψόμεθα ταῦτα δὴ τὰ παράδοξα διη-
γήματα, ἃ περὶ τούτου δὴ τοῦ ποταμοῦ καὶ τοῖς πρὸ ἡμῶν
πεφιλοσόφηται ἄριστα· ἕλκοντες γὰρ τὸ γένος ἐντεῦθεν
εἰκότως τοῖς περὶ τοῦ Νείλου διηγήμασιν οὐκ ἀπροσφόρως
φιλοχωρήσωμεν. περὶ μὲν τοῦ Ἄπιδος Ἡροδότῳ παραχωρη-
τέον τῷ πολυπράγμονι, περὶ δὲ τῶν ἀνθρωπομόρφων καὶ
Νειλῴων ζώων καὶ τοῖς πάλαι ἱστόρηται. τίνος δὲ σημαν-
τικὸν ἡ τούτων ἐνδημία καθέστηκεν, εἰπεῖν ἐθάρρησεν ὁ
Λυδός, τῶν ἄλλων λίαν νεώτερος καθεστώς, ὃς κατὰ τοὺς
χρόνους ἐγνωρίζετο Ἰουστινιανοῦ τοῦ αὐτοκράτορος. ἡμεῖς
δέ τι μικρὸν τὴν συνέχειαν ὑποκλέψαντες περὶ τῶν θερινῶν
ἀναβάσεων τοῦ Νείλου διέξιμεν, τὰ ἐπισημότερα τῶν ἱστοριῶν
διηγήματα ἀξιολόγῳ μνήμῃ τινὶ τοῖς ἀκροάμασι προβαλλόμενοι.


THEOPHYLACTUS SIMOCATTA Epist. et Hist.
vel Theophylactus Simocattes
(A.D. 7: Aegyptius, Constantinopolitanus)


Historiae, ed. C. de Boor, Theophylacti Simocattae historiae.
Leipzig: Teubner, 1887