spiroslyra Creative Commons License 2008.09.12 0 0 6

Theophylactus Simocatta Epist. et Hist. : Historiae : Book-dialogue-index 7, chapter 17, section 6, line 1

οἱ μὲν οὖν κατ' Αἴγυπτον
ἱερεῖς ἀπὸ τοῦ περιρρέοντος τὴν οἰκουμένην ὠκεανοῦ φασὶ
τὸν Νεῖλον λαμβάνειν τὴν σύστασιν, λέγοντες μὲν οὐδὲν
ἀληθές, ἀπορίᾳ δὲ λύοντες τὴν ἀπορίαν, καὶ λόγον φέροντες
εἰς πίστιν πολλῆς προσδεόμενον πίστεως, ὀρφανὴν τὴν διήγησιν
καταλιμπάνοντες βεβαιώσεως. τῶν δὲ Τρωγλοδυτῶν οἱ μετα-
ναστάντες ἐκ τῶν ἄνωθεν τόπων, οἱ καὶ Βόλγιοι προσαγο-
ρευόμενοι, λέγουσιν ἐμφάσεις εἶναί τινας περὶ τοὺς τόπους
ἐκείνους, ἐξ ὧν ἄν τις συλλογίσοιτο διότι πολλῶν πηγῶν
εἰς ἕνα τόπον ἀθροιζομένων τὸ ῥεῦμα τοῦ Νείλου συνίσταται.
ἀμέλει καὶ πολυγονώτατον αὐτὸν ὑπὲρ ἅπαντας τοὺς κατὰ
τὴν οἰκουμένην ποταμοὺς πεφυκέναι φασίν. οἱ δὲ κατοι-
κοῦντες τὴν νῆσον τὴν ὀνομαζομένην Μερόην (αὕτη δὲ ἐπὶ
τὸ Νειλῷον ἵδρυται ῥεῖθρον) τὸν ποταμὸν κεκλήκασιν Ἀστα-
ποῦν, ὅπερ ἐστὶ μεθερμηνευόμενον εἰς τὴν τῶν Ἑλλήνων
διάλεκτον ἐκ τοῦ σκότους ὕδωρ· ἀκαταληψίᾳ γὰρ οὗτοι ἀνατι-
θέασι τοῦ ποταμοῦ τούτου τὴν φύσιν. Θαλῆς μὲν οὖν εἷς
τῶν ἑπτὰ σοφῶν ὀνομαζόμενος φησὶ τοὺς ἐτησίας ἀντιπνέοντας
ταῖς ἐκβολαῖς τοῦ ποταμοῦ κωλύειν εἰς τὴν θάλασσαν προ-
χεῖσθαι τὸ ῥεῖθρον, καὶ διὰ τοῦτο αὐτὸν πληρούμενον ἐπι-
κλύζειν ταπεινὴν οὖσαν καὶ πεδιάδα τὴν Αἴγυπτον. τοῦ δὲ
λόγου τούτου καίπερ εἶναι δοκοῦντος πιθανοῦ ῥᾴδιον ἐξελέγξαι
τὸ ψεῦδος· εἰ γὰρ ἦν ἀληθὲς τὸ λεγόμενον, ἅπαντες οἱ
ποταμοὶ οἱ τοῖς ἐτησίαις ἐναντίας κεκτημένοι τὰς ἐκβολὰς
ἂν ἐποιοῦντο τὴν ὁμοίαν ἀνάβασιν. Ἀναξαγόρας δὲ ὁ προσα-
γορευόμενος φυσικὸς τὴν τηκομένην κατὰ τὴν Αἰθιοπίαν
χιόνα τῆς τοῦ ποταμοῦ πληρώσεως ὑπάρχειν αἰτίαν ἐδόξασεν·
ᾧ καὶ ὁ τραγῳδοποιὸς Εὐριπίδης πειθόμενος ἐν τοῖς ἑαυτοῦ
ποιήμασι τοῦτο συντέταχεν. ταύτην μὲν οὖν τὴν ἀπόφασιν
οὐ πολλῆς ἀντιθέσεως δεῖσθαί φαμεν, φανεροῦ καθεστῶτος
τοῦ ψεύδους· διὰ γὰρ τὴν ὑπεροχὴν τῶν καυμάτων ἀδύνατον
χιόνα περὶ τὴν Αἰθιοπίαν συνίστασθαι· καθόλου γὰρ περὶ
τοὺς τόπους ἐκείνους οὐ πάγος, οὐ ψῦχος οὔτε ὅλως χειμῶνος
ἔμφασις πέφυκεν, καὶ μάλιστα τροπαῖς θεριναῖς. εἰ δὲ καί
τις εἴποι τῷ τῆς συγχωρήσεως τρόπῳ εἶναι πλήθη χιόνων
κατὰ τὴν Αἰθιοπίαν, καὶ αὖθις ἐλέγχεται τοῦ προλεχθέντος
δοκιμωτάτως τὸ ἐξίτηλον. ἅπας γὰρ ποταμὸς ἀπὸ χιόνος τὴν
περιουσίαν λαχὼν ὁμολογουμένως αὔρας ψυχρὰς ἀναδίδωσιν,
ἀλλὰ καὶ τὸν ἀέρα παχύνειν πέφυκεν· περὶ δὲ τὸν Νεῖλον
τὸν ποταμὸν οὔτε νέφους ὑπόστασιν ἔστιν εὑρεῖν οὔτε αὔρας
ψυχρὰς οὔτε παχυνομένην τοῦ ἀέρος τὴν φύσιν. Ἡρόδοτος
δὲ τὸν Νεῖλον εἶναι μὲν τηλικοῦτόν φησιν ὁποῖός τις καὶ
φαίνεται κατὰ τὴν πλήρωσιν, χειμῶνος δὲ ὥρᾳ τὸν ἥλιον
κατὰ τὴν Λιβύην φερόμενον ἐπισπᾶσθαι πρὸς ἑαυτὸν ὑγρᾶς
οὐσίας συστήματα ἐκ τῶν Νειλῴων ὑδάτων, κἀντεῦθεν
χειμῶνος ὥρᾳ ἥττονα γίνεσθαι τὸν ποταμόν· τοῦ δὲ θέρους
ἐπιστάντος, καὶ πρὸς τὰς ἄρκτους ποιουμένου <τοῦ ἡλίου>
τὴν βάδισιν, ἀναξηραίνειν καὶ ταπεινοῦν τοὺς περὶ τὴν
Ἑλλάδα ποταμοὺς πεφυκότας· διὰ τοῦτο μὴ παράδοξον κα-
θεστάναι τὴν περὶ τὰς θερινὰς τροπὰς τοῦ Αἰγυπτίου
πλήρωσιν ποταμοῦ. ἀλλ' αἰδοῖ τῆς φιλομαθείας τοῦ ἀνδρὸς
οὐ διεξοδικῶς κατηγοροῦμεν τοῦ σφάλματος. εἰ γὰρ ταῦτα
σύμφωνα τοῖς ἀληθέσι καθίστατο, πάντως ἂν καὶ ἀπὸ τῶν
ἄλλων κατὰ τὴν Λιβύην ποταμῶν ὁ ἥλιος ἀνελάμβανεν, καὶ
ἀδελφὰ τῶν παθημάτων τοῦ Νείλου καὶ οἱ τῆς Λιβύης
ὑπέμενον ποταμοί. ἀλλὰ μὴν τοιοῦτον οὐδὲν περὶ τοὺς
Λίβυας ποταμοὺς ἔστι θεάσασθαι. οὐκοῦν ὁ συγγραφεὺς
ἀποσχεδιάζει τὸν λόγον. Δημόκριτος δὲ ὁ τῆς φύσεως ἀδελφὸς
περὶ τὰς ἄρκτους ὥρᾳ χειμῶνος καταφέρεσθαι πολλὴν διαβε-
βαιοῦται χιόνα, θέρους δὲ ὑπόντος ὑπὸ τῆς αἰθάλης δια-
λύεσθαι ταύτην, ἔνθεν φησὶ γίνεσθαι τηκεδόνα πολλήν, καὶ
διὰ τοῦτο τίκτεσθαι πολλὰ νέφη παχύτερα περὶ τοὺς μετεω-
ροτέρους τῶν τόπων, δαψιλοῦς τῆς ἀναθυμιάσεως αἰρομένης
πρὸς ὕψος. ταῦτα δὲ ὑπὸ τῶν ἐτησίων ἐλαύνεσθαι, μέχρις
ἂν προσπέσῃ τοῖς μεγίστοις ὄρεσι τῶν περὶ τὴν οἰκουμένην·
εἶναι δὲ ταῦτα περὶ τὴν Αἰθιοπίαν. ἔπειτά πως τοιούτοις
οὖσιν ὑψηλοῖς βιαίως θραυόμενα παμμεγέθεις ὄμβρους γεννᾶν,
ἐξ ὧν πληροῦσθαι τὸν ποταμὸν κατισχυρίζεται περὶ τὰς τῶν
ἐτησίων ἀνέμων πνοάς. ἀλλ' οὐ πιστευτέον αὐτῷ· ὁ γὰρ
Νεῖλος ἄρχεται μὲν πληροῦσθαι κατὰ τὰς τροπὰς ὡς ἔπος
εἰπεῖν τὰς θερινάς, οὔπω τῶν ἐτησίων πνεόντων, λήγει δὲ
ὕστερον ἰσημερίας φθινοπωρινῆς, πάλαι προπεπαυμένων τῶν
εἰρημένων ἀνέμων. τὴν μὲν οὖν ἐπίνοιαν τοῦ Δημοκρίτου
ἀποδεκτέον, τοῖς δὲ λόγοις αὐτοῦ οὐδαμῶς πιστευτέον.
Ἔφορος δὲ ξένην αἰτίαν τινὰ περιίστησιν. φησὶ δὴ τὴν
Αἴγυπτον ἅπασαν ποταμόχωστον εἶναι, ἀλλὰ μὴν καὶ ψυχράν,
ἔτι δὲ καὶ κισηρώδη τὴν φύσιν, ῥαγάδας τε μεγάλας καὶ
διηνεκεῖς ἔχειν, καὶ διὰ τούτων εἰς ἑαυτὴν ἀναλαμβάνειν
πλῆθος ὑγρότητος, καὶ κατὰ μὲν τὴν χειμερίαν ὥραν τοῦτο
συνέχειν ἐν ἑαυτῇ, θερινῶν δὲ ἀπαρχομένων τροπῶν ὥσπερ
ἱδρῶτάς τινας ἐξ αὐτῆς πανταχόθεν ὑπεῖναι, καὶ διὰ τοῦτο
πληροῦν τὸν ποταμόν. ὁ μὲν οὖν Ἔφορος δῆλός ἐστι μὴ
μόνον <οὐ> τεθεαμένος τὴν Αἴγυπτον, ἀλλὰ μηδὲ παρὰ τῶν
ἰδόντων τὰ κατὰ τὴν χώραν ταύτην ἐπιμελῶς πεπυσμένος.
πρῶτον μὲν γάρ, εἴπερ ἐξ αὐτῆς τῆς Αἰγύπτου ὁ Νεῖλος
τὴν αὔξησιν ἀπελάμβανεν, οὐκ ἂν ἐν τοῖς ἀνωτέρω μέρεσιν
ἐπληροῦτο, διὰ πετρώδους καὶ στερεᾶς χώρας φερόμενος·
νῦν δὲ πλείω τῶν ἑξακισχιλίων σταδίων διὰ τῆς Αἰθιοπίας
διαρρέων ἔχει τὴν αὔξησιν πρὶν ἢ ψαύσῃ τῆς Αἰγύπτου.
ἔπειτα εἰ μὲν τὸ ῥεῦμα τοῦ Νείλου ταπεινότερον ἦν τῶν
κατὰ τὴν ποταμόχωστον γῆν ἀραιωμάτων, ἐπιπολαίους ἂν
εἶναι τὰς ῥαγάδας συνέβαινεν, καθ' ἃς ἀδύνατον ἦν δια-
βαίνειν τοσοῦτον πλῆθος ὑδάτων· εἰ δὲ ὑψηλότερον τόπον
ἐπεῖχεν ὁ ποταμὸς τῶν ἀραιωμάτων, ἀδύνατον ἦν ἐκ τῶν
ταπεινοτέρων κοιλωμάτων εἰς τὴν ὑψηλοτέραν ἐπιφάνειαν
τὴν τῶν ὑδάτων σύρρευσιν γίνεσθαι. καθόλου δὲ τίς ἂν
δυνατὸν ἡγήσοιτο τοὺς ἐκ τῶν κατὰ τὴν γῆν ἀραιωμάτων
ἱδρῶτας τοσαύτην αὔξησιν τῷ ποταμῷ εἰσποιεῖν, ὥστε ὑπ'
αὐτοῦ σχεδὸν πᾶσαν τὴν Αἴγυπτον ἐπικλύζεσθαι; ἀφίημι
γὰρ καὶ τὸ ψεῦδος τῆς τε ποταμοχώστου γῆς καὶ τῶν ἐν
τοῖς ἀραιώμασι τηκομένων ὑδάτων, ἐπιφανῶν ὄντων τῶν ἐν
τούτοις ἐλέγχων. ὁ μὲν γὰρ Μαίανδρος ποταμὸς κατὰ τὴν
Ἀσίαν πολλὴν χώραν πεποίηκε ποταμόχωστον· καίπερ τῶν
συμβαινόντων περὶ τὴν ἀναπλήρωσιν τοῦ Νείλου τὸ σύνολον
οὐδὲν θεωρεῖς γινόμενον. ἀλλὰ καὶ περὶ τὴν Ἀκαρνανίαν
ὁ καλούμενος Ἀχελῷος ποταμὸς περί τε τὴν Βοιωτίαν ὁ
Κηφισὸς ἐκ τῶν Φωκέων οὐκ ὀλίγην χώραν προσέχωσαν, ἐφ'
ὧν ἀμφοτέρων ἐλέγχεται φανερῶς τοῦ Ἐφόρου τὸ ψεῦδος.
καὶ ταῦτα μὲν πρὸς τὸν Ἔφορον· τῶν δὲ ἐν Μέμφιδι φιλο-
σόφων τινὲς ἐπεχείρησαν αἰτίαν φέρειν τῆς πληρώσεως ταύτην.
φασὶ διαιρεῖσθαι εἰς τρία τὴν γῆν, καὶ ἓν μὲν ὑπεῖναι τὸ
κατὰ τὴν ἡμετέραν οἰκουμένην (δέον γὰρ οὕτως εἰπεῖν),
ἕτερον δὲ τὸ τούτοις τοῖς τόποις ἀντιπεπονθὸς ταῖς ὥραις,
τὸ δὲ τρίτον μεταξὺ κεῖσθαι τούτων, ὑπάρχειν δὲ καὶ διὰ
καῦμα λίαν ἀοίκητον. εἰ μὲν οὖν ὁ Νεῖλος ἐποιεῖτο τὰς
ἀναβάσεις κατὰ τὸν τοῦ χειμῶνος καιρόν, δῆλον ὑπῆρχεν
ὡς ἐπὶ τῆς καθ' ἡμᾶς ζώνης λαμβάνει τὴν σύρρευσιν, διὰ
τὸ περὶ τούτους τοὺς καιροὺς μάλιστα γίνεσθαι παρ' ἡμῖν
τὰς ἐπομβρίας. ἐπεὶ δὲ τοὐναντίον περὶ τὸ θέρος πληροῦται,
πιθανὸν εἶναι κατὰ τοὺς ἀντικειμένους τόπους γεννᾶσθαι
τοὺς χειμῶνας, καὶ τὸ πλεονάζον τῶν κατ' ἐκείνους τοὺς
τόπους ὑδάτων εἰς τὴν καθ' ἡμᾶς γίνεσθαι οἰκουμένην.
διὸ καὶ πρὸς τὰς πηγὰς τοῦ Νείλου μηδένα δύνασθαι
παρελθεῖν, ὡς ἂν ἐκ τῆς ἐναντίας ζώνης διὰ τῆς ἀοικήτου
φερομένου τοῦ ποταμοῦ. μαρτυρεῖν δὲ τούτοις καὶ τὴν
ὑπερβολὴν τῆς γλυκύτητος τοῦ κατὰ τὸν Νεῖλον ὕδατος·
διὰ γὰρ τῆς κεκαυμένης αὐτὸν ῥέοντά φασι λίαν καθέψεσθαι
καὶ διὰ τοῦτο γλυκύτατον εἶναι πάντων τῶν ποταμῶν, ἅτε
δὴ φύσει τοῦ πυρώδους ἅπαν τὸ ὑγρὸν ἀπογλυκαίνοντος.
ἡμεῖς δὲ καὶ πρὸς τοῦτο λέξομεν. ἀδύνατον γὰρ εἶναί φαμεν
ποταμὸν ἐκ τῆς ἀντικειμένης οἰκουμένης εἰς τὴν ἡμετέραν
ἀναφέρεσθαι γῆν, καὶ μάλιστα εἴ τις ὑπόθοιτο σφαιροειδῆ
τὴν γῆν πεφυκέναι. πῶς γὰρ μόνος ὁ Νεῖλος ἐξ ἐκείνης
φέρεται τῆς οἰκουμένης πρὸς τοὺς τόπους τοὺς καθ' ἡμᾶς;
εἰκὸς γὰρ εἶναι καὶ ἑτέρους ποταμούς, καθάπερ καὶ παρ'
ἡμῖν. ἀλλὰ καὶ ἡ περὶ τῆς τοῦ ποταμοῦ τούτου γλυκύτητος
αἰτία παντελῶς ἄλογος καὶ ἀναπόδεικτος πάντῃ καθέστηκεν.
εἰ γὰρ καθεψόμενος ὑπὸ τῶν καυμάτων ὁ ποταμὸς ἐγλυκαί-
νετο, πολύγονος οὐκ ἂν ὑπῆρχέ ποτε, οὐδὲ ποικίλας ἰχθύων
καὶ θηρίων ἰδέας ἐκέκτητο· πᾶν γὰρ ὕδωρ ἀπὸ τῆς πυρώ-
δους οὐσίας ἀλλοιωθὲν ἀλλότριόν ἐστι ζωογονίας. διόπερ
τῇ παρεισαγομένῃ καθεψήσει τῆς φύσεως τοῦ Νείλου παντά-
πασιν ἐναντιουμένης, ψευδεῖς τὰς εἰρημένας αἰτίας τῆς πληρώ-
σεως ἡγητέον. Οἰνοπίδης δὲ[οι] ταῦτά φησιν, κατὰ μὲν τὴν
θερινὴν ὥραν τὰ ὕδατα τὰ κατὰ τὴν γῆν εἶναι ψυχρά, τοῦ
δὲ χειμῶνος ἐναντίως θερμά. καὶ τοῦτο δῆλον ἐκ τῆς τῶν
βαθέων φρεάτων κατανοήσεως· κατὰ γὰρ τὴν τοῦ χειμῶνος
ἀκμὴν θερμὰ τὰ ἐν τοῖς βαθυτάτοις φρέασιν εὑρίσκεται
ὕδατα, θέρους δὲ ὑπόντος τοὐναντίον. διὸ καὶ τὸν Νεῖλον
εὐλόγως κατὰ μὲν τὸν χειμῶνα μικρὸν εἶναι καὶ συστέλλε-
σθαι διὰ τὸ τὴν μὲν κατὰ γῆν θερμασίαν τὸ πολὺ τῆς
ὑγρᾶς οὐσίας ἀναλίσκειν, ὄμβρους δὲ κατὰ τὴν Αἴγυπτον
μὴ γίνεσθαι, κατὰ δὲ τὸ θέρος μηκέτι τῆς κατὰ τὴν γῆν
ἀπαναλώσεως γινομένης ἐν τοῖς κατὰ βάθος τόποις πληροῦ-
σθαι τὴν κατὰ φύσιν αὐτοῦ ῥύμην ἀνεμποδίστως. ἀλλὰ καὶ
πρὸς τοῦτο ῥητέον. πολλοὶ ποταμοὶ τῶν κατὰ τὴν Λιβύην
ὁμοίως μὲν κείμενοι τοῖς στόμασιν, παραπλησίως δὲ τὰς
ῥύσεις ποιούμενοι, οὐκ ἔχουσι τὴν ἀνάβασιν τῷ Νείλῳ ἀνά-
λογον· τοὐναντίον γὰρ ἐν μὲν τῷ χειμῶνι πληρούμενοι, ἐν
δὲ τῷ θέρει λήγοντες ἐλέγχουσι τοῦ Οἰνοπίδου τὸ ψεῦδος.
Ἀγαθαρχίδης δὲ ὁ Κνίδιος μόνος τοῦ κρασπέδου τῆς ἀλη-
θείας κεκράτηκεν. ἔφησε γὰρ ἀν' ἔτος ἕκαστον ἐν τοῖς κατὰ
τὴν Αἰθιοπίαν μεγάλους καὶ συνεχεῖς γίνεσθαι ὄμβρους ἀπὸ
θερινῶν τροπῶν μέχρι τῆς ἰσημερίας τῆς ἐν μετοπώρῳ γινο-
μένης καθ' ἕκαστα. εὐλόγως οὖν τὸν Νεῖλον ἐν μὲν τῷ
χειμῶνι συστέλλεσθαι, κατὰ φύσιν ἔχοντα ῥύσιν ἀπὸ μόνων
τῶν πηγῶν τῶν ἑαυτοῦ, κατὰ δὲ τὸ θέρος διὰ τοὺς ἐκχεο-
μένους ὄμβρους λαμβάνειν τὴν αὔξησιν. μαρτύριον δὲ τοῖς
ὑπ' αὐτοῦ λεγομένοις καὶ τὸ γινόμενον περί τινας τόπους
τῆς Ἀσίας προφέρεται. πρὸς μὲν γὰρ τοῖς τόποις τῆς
Σκυθίας τῆς πρὸς τὸν Καύκασον παρακεχωρηκότος χρόνου
καθ' ἕκαστον ἔτος γίνεσθαι νιφετοὺς ἐξαισίους, καὶ τοῦτο
συνεχῶς ἐπὶ πλείστας ἡμέρας· ἐν δὲ τοῖς πρὸς βορρᾶν ἀπε-
στραμμένοις μέρεσι τῆς Ἰνδικῆς ὡρισμένοις καιροῖς καὶ χάλαζαν
καταφέρεσθαι τῷ μεγέθει καὶ τῷ πλήθει μεγάλην. ἀλλὰ καὶ
περὶ τὸν ποταμὸν τὸν Ὑδάσπην ἀρχομένου θέρους ὄμβρους
γίνεσθαι συνεχεῖς, κατὰ δὲ τὴν Αἰθιοπίαν μεθ' ἡμέρας τινὰς
ταὐτὸ συμβαίνειν, καὶ ταύτην τὴν ὑπόστασιν κυκλουμένην
ἀεὶ τοὺς συνεχεῖς τόπους χειμάζειν. οὐδὲν οὖν εἶναι παρά-
δοξον καὶ κατὰ τὴν Αἰθιοπίαν τὴν οἰκουμένην ὑπὲρ Αἰγύ-
πτου συνεχεῖς ἐν τοῖς ὄρεσι καταρράττοντας ὄμβρους ἐν τῷ
θέρει πληροῦν τὸν ποταμόν, ἄλλως τε καὶ τῆς ἐναργείας
αὐτῆς μαρτυρούσης ὑπὸ τῶν περὶ τοὺς τόπους οἰκούντων
βαρβάρων. εἰ δὲ τοῖς παρ' ἡμῖν γινομένοις ἐναντίαν ἔχει
τὰ λεγόμενα φύσιν, οὐ διὰ τοῦτο ἀπιστητέον· καὶ γὰρ τὸν
νότον παρ' ἡμῖν μὲν εἶναι χειμέριον, περὶ δὲ τὴν Αἰθιοπίαν
αἴθριον ὑπάρχειν, καὶ τὰς βορείους πνοὰς περὶ μὲν τὴν
Εὐρώπην εὐτόνους εἶναι, κατ' ἐκείνην δὲ τὴν χώραν βληχρὰς
καὶ ἀτόνους καὶ παντελῶς ἀσθενεῖς. καὶ τοῦ ἡλίου πρὸς τὸν
βόρειον ἀποκλίνοντος πόλον συμβαίνει τοὺς ὄμβρους τῷ παρ'
ἡμῖν θέρει τῇ Αἰθιοπίᾳ προσγίνεσθαι, καὶ ἐντεῦθεν λαμβάνειν
τὸν Νεῖλον τὴν αὔξησιν, καὶ ἔμπαλιν πρὸς τὸν νότιον ἀνα-
ζεύξαντος πόλον πρὸς συστολὴν τὸν Νεῖλον ὁρᾶν.
Περὶ μὲν οὖν τῆς πληρώσεως τοῦ ποταμοῦ ἐπὶ τοσοῦτον,
ἵνα μὴ τὸν σκοπὸν τῆς ἱστορίας νοθεύσωμεν· ἤδη δὲ ὑπενέγ-
και ἀκόλουθα τῶν ἀφηγημάτων νύττειν τὸν λόγον. ἐπανα-
ζεύξας τοίνυν ἐκ τῆς Ἀλεξανδρείας ὁ Μηνᾶς ἔγραψε Μαυρικίῳ
τῷ αὐτοκράτορι ὅπως ἡ ἐπιφάνεια τῶν ἀνθρωπομόρφων καὶ
Νειλῴων <ζώων> ἐγένετο. ὁ δὲ αὐτοκράτωρ τούτων ἀκη-
κοὼς λίαν τὴν ψυχὴν κατεπέπληκτο.

[3130]
THEOPHYLACTUS SIMOCATTA Epist. et Hist.
vel Theophylactus Simocattes
(A.D. 7: Aegyptius, Constantinopolitanus)

[3130 003]
Historiae, ed. C. de Boor, Theophylacti Simocattae historiae.
Leipzig: Teubner, 1887 (